Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.327 Joseph. AJ 8.331 (English) >>Joseph. AJ 8.335

8.329τὸν οὖν ἐπιμελόμενον αὐτοῦ τῶν κτημάτων βασιλεὺς καλέσας Ὠβεδίαν ἀπιέναι βούλεσθαι πρὸς αὐτὸν εἶπεν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων καὶ τοὺς χειμάρρους, ἵνʼ εἴ που παρʼ αὐτοῖς εὑρεθείη πόα ταύτην εἰς τροφὴν ἀμησάμενοι τοῖς κτήνεσιν ἔχωσι. καὶ περιπέμψαντα κατὰ πᾶσαν τὴν οἰκουμένην τοὺς ζητήσοντας τὸν προφήτην Ἠλίαν οὐχ εὑρηκέναι· συνέπεσθαι δʼ ἐκέλευσε κἀκεῖνον αὐτῷ. 8.330δόξαν οὖν ἐξορμᾶν αὐτοῖς μερισάμενοι τὰς ὁδοὺς τε Ὠβεδίας καὶ βασιλεὺς ἀπῄεσαν ἕτερος ἑτέραν τῶν ὁδῶν. συνεβεβήκει δὲ καθʼ ὃν Ἰεζαβέλη βασίλισσα καιρὸν τοὺς προφήτας ἀπέκτεινε τοῦτον ἑκατὸν ἐν τοῖς ὑπὸ Γάρις σπηλαίοις κρύψαι προφήτας καὶ τρέφειν αὐτοὺς ἄρτον χορηγοῦντα μόνον καὶ ὕδωρ. 8.331μονωθέντι δʼ ἀπὸ τοῦ βασιλέως Ὠβεδίᾳ συνήντησεν προφήτης Ἠλίας· καὶ πυθόμενος παρʼ αὐτοῦ τίς εἴη καὶ μαθὼν προσεκύνησεν αὐτόν· δὲ πρὸς τὸν βασιλέα βαδίζειν ἐκέλευσε καὶ λέγειν, ὅτι παρείη πρὸς αὐτόν. 8.332 δὲ τί κακὸν ὑπʼ αὐτοῦ πεπονθότα πρὸς τὸν ἀποκτεῖναι ζητοῦντα καὶ πᾶσαν ἐρευνήσαντα γῆν πέμπειν αὐτὸν ἔλεγεν· τοῦτʼ ἀγνοεῖν αὐτόν, ὅτι μηδένα τόπον κατέλιπεν, εἰς ὃν οὐκ ἀπέστειλε τοὺς ἀνάξοντας εἰ λάβοιεν ἐπὶ θανάτῳ; 8.333καὶ γὰρ εὐλαβεῖσθαι πρὸς αὐτὸν ἔφασκε, μὴ τοῦ θεοῦ φανέντος αὐτῷ πάλιν εἰς ἄλλον ἀπέλθῃ τόπον, εἶτα διαμαρτὼν αὐτοῦ πέμψαντος τοῦ βασιλέως μὴ δυνάμενος εὑρεῖν ὅπου ποτʼ εἴη γῆς ἀποθάνῃ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.327 Joseph. AJ 8.331 (English) >>Joseph. AJ 8.335

Powered by PhiloLogic